Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.72 Joseph. AJ 20.78 (English) >>Joseph. AJ 20.83

20.76γίνεται δʼ πρᾶξις αὐτῶν κατάφωρος τοῖς ὑπηκόοις, κἀπὶ τούτῳ χαλεπήναντες οἱ μεγιστᾶνες οὐκ ἐφανέρουν μὲν τὴν ὀργήν, κατὰ νοῦν δὲ ἔχοντες καιρὸν ἐπιτήδειον ἐζήτουν δίκην εἰσπράξασθαι σπεύδοντες παρʼ αὐτῶν. 20.77καὶ δὴ γράφουσιν πρὸς Ἀβίαν τὸν Ἀράβων βασιλέα χρήματα πολλὰ δώσειν ὑπισχνούμενοι στρατεύσασθαι θελήσαντι κατὰ τοῦ παρʼ αὐτοῖς βασιλέως, ἐπηγγέλλοντο δὲ καὶ περὶ τὴν πρώτην συμβολὴν ἐγκαταλείψειν τὸν βασιλέα· θέλειν γὰρ αὐτὸν τιμωρήσασθαι μισήσαντα τὰ παρʼ αὐτοῖς ἔθη· καὶ ὅρκοις τὴν πρὸς ἀλλήλους ἐνδησάμενοι πίστιν σπεύδειν παρεκάλουν. 20.78πείθεται δὲ Ἄραψ, καὶ πολλὴν ἐπαγόμενος δύναμιν ἧκεν ἐπὶ τὸν Ἰζάτην. μελλούσης δὲ τῆς πρώτης συμβολῆς πρὶν εἰς χεῖρας ἐλθεῖν καταλείπουσιν τὸν Ἰζάτην ἐκ συνθήματος πάντες ὡς πανικῷ δείματι κατασχεθέντες, καὶ τὰ νῶτα τοῖς πολεμίοις ἐντρέψαντες ἔφευγον. 20.79οὐ μὴν Ἰζάτης κατεπλάγη, νοήσας δὲ προδοσίαν ὑπὸ τῶν μεγιστάνων γεγενῆσθαι καὶ αὐτὸς εἰς τὸ στρατόπεδον ὑπεχώρησεν, καὶ τὴν αἰτίαν ζητήσας ὡς ἔμαθεν συντεταγμένους πρὸς τὸν Ἄραβα, τοὺς μὲν αἰτίους ἀναιρεῖ, τῇ δʼ ἐπιούσῃ συμβαλὼν πλείστους μὲν ἀπέκτεινε, 20.80πάντας δὲ φυγεῖν ἠνάγκασεν, αὐτὸν δὲ τὸν βασιλέα διώκων εἴς τι φρούριον συνήλασεν Ἄρσαμον καλούμενον, καὶ προσμαχεσάμενος καρτερῶς εἷλε τὸ φρούριον διαρπάσας τε τὴν ἐν αὐτῷ λείαν πᾶσαν, πολλὴ δὲ ἦν, ὑπέστρεψεν εἰς τὴν Ἀδιαβηνὴν τὸν Ἀβίαν οὐ καταλαβὼν ζῶντα· περικαταλαμβανόμενος γὰρ ἑαυτὸν ἀνεῖλεν.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.72 Joseph. AJ 20.78 (English) >>Joseph. AJ 20.83

Powered by PhiloLogic